Ἀνακοινωθέν τῆς Ἁγίας καί Ἱερᾶς Συνόδου
Συνῆλθε σήμερον, 29ην τ.μ. Αὐγούστου (2018), ἡ Ἁγία καί Ἱερά Σύνοδος εἰς τήν πρώτην συνεδρίαν αὐτῆς τοῦ μηνός Αὐγούστου, ὑπό τήν προεδρίαν τῆς Α. Θ. Παναγιότητος, καθ᾿ ἥν: Εἰσηγήσει τῆς Κανονικῆς Ἐπιτροπῆς συμπεριελήφθη εἰς τό Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας ὁ ἐν Πάτμῳ ἀσκήσας καί ἀναπτύξας μέγα πνευματικόν καί κοινωφελές ἔργον ἐν Δωδεκανήσῳ, Κρήτῃ καί ἀλλαχοῦ Ἀρχιμανδρίτης Ἀμφιλόχιος Μακρῆς, διατελέσας Ἡγούμενος τῆς ἱστορικῆς Ἱερᾶς Μονῆς Ἁγίου Ἰωάννου τοῦ Θεολόγου καί Πατριαρχικός Ἔξαρχος Πάτμου, ὅστις καί ἵδρυσε τήν ἐν τῇ Νήσῳ γυναικείαν Ἱεράν Μονήν Εὐαγγελισμοῦ Μητρός Ἠγαπημένου.
Ἐκ τῆς Ἀρχιγραμματείας
τῆς Ἁγίας καί Ἱερᾶς Συνόδου

footer


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ