ΑΛΕΞΙΟΥ  Α΄  ΚΟΜΝΗΝΟΥ

ΧΡΥΣΟΒΟΥΛΟΣ ΛΟΓΟΣ

† Ἐν ὀνόματι, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος Ἀλέξιος πιστός ὀρθόδοξος βασιλεύς καί Αὐτοκράτωρ Ρωμαίων ὁ Κομνηνός

† πᾶσιν οἷς τό παρόν ἡμῶν εὐσεβές ἐπιδείκνυται σιγίλλιον

Καί πᾶσι μέν ὑπέχειν τάς ἀκοάς τοῖς εὐλόγως τάς αἰτήσεις ποιουμένοις δίκαιόν τε ὁμοῦ καί θεοφιλές καί τῆς θείας ἐχόμενον ἐντολῆς· τοῖς δέ κατ᾿ ἀρετήν διαφέρουσι καί ὅλοις διά βίου ἀνακειμένοις Θεῷ, πολλῷ μᾶλλον δικαιότερον καί κρείττονος λόγου ἐπάξιον. Τό γάρ συναίρεσθαι τούτοις καί χεῖρα ὀρέγειν βοηθείας ἐν οἷς ἄρα καί δέοιντο, Θεοῦ ἄντικρυς συνέργεια, κατά τόν μέγα καί θεῖον Ἀπόστολον, καί τῆς ἐνάρετου πολιτείας καί διαγωγῆς συντήρησις. Διά τοι τοῦτο καί ἡ βασιλεία μου, καί πᾶσι μέν τοῖς ἄλλοις δίκαιον ἡγεῖται συμπαθέστερον ἐπικλύεσθαι καί τάς τοῦ ἐλέους ἐποχετεύειν πηγάς δαψιλῶς, μάλιστα δέ τῶν ἁπάντων, οἷς κατά μόνας ὁ βίος ἐστί καί τῆς κοσμικῆς ἀποδιῃρημένος περιφορᾶς καί συγχύσεως.

Ἔνθεν τοι καί τῷ εὐλαβεστάτῳ μοναχῷ Χριστοδούλῳ καί ἡσυχαστῇ, τῷ πρίν ἐν τῷ ὄρει τοῦ Λάτρους τάς κατά Θεόν ποιουμένῳ διατριβάς καί τόν ἀσκητικόν διανύοντι δίαυλον, ἡσυχίας τυγχάνοντι διαπύρῳ ἐραστῇ, καί ἔργον τιθεμένῳ διηνεκές ἐν τοῖς τοῦ Θεοῦ δικαιώμασι κατά μόνας ἀδολεσχεῖν, αἴτησιν προτειναμένῳ μάλα θεάρεστόν τε καί εὔλογον, ὑπέσχε τάς ἀκοάς ἡ γαληνότης ἡμῶν συμπαθῶς καί τήν αἴτησιν ἐξεπλήρωσεν εὐχερῶς. Ἐπεί γάρ ὁ θεοφιλής οὗτος ἀνήρ, δι᾿ ἔρωτα ἡσυχίας καί πόθον βίου ἐρημικοῦ, καταγώγιόν τι ἐπεζήτει εὑρεῖν τῷ οἰκείῳ τρόπῳ καί βίῳ κατάλληλον, διέγνω δέ τήν Πάτμον νῆσον, ἄλλως τε μἐν οὖσαν τραχεῖάν τε καί λυπράν, πίειραν δέ καί πρός καρπῶν πνευματικῶν ἐπιτηδειοτάτην φοράν, εἴ τις ἐν αὐτῇ καταβαλεῖν ἐθέλοι τά θεοφιλῆ τῶν ἀρετῶν σπέρματα, καί ἀρετῆς, ὡς εἰπεῖν, ὑπάρχουσαν ἐργαστήριον (πρώτως γάρ, διά τό καθάπερ τινά κλῆρον εἰληφέναι τάς ἐν αὐτῇ τοῦ τῆς βροντῆς υἱού καί τῷ Χριστῷ διαφερόντως ἠγαπημένου διατριβάς· ἔπειτα δἐ καί τὀ τῆς θέσεως τοῦ τόπου ἐρημικόν καί μονώτατον, καί μή τινας ἔχειν τούς ἐκεῖ παραβάλλοντας, διά τό τῆς ἠπείρου ἀποκεῖσθαι μακράν), προσῆλθε τῇ βασιλείᾳ μου ἐκλιπαρῶν μάλα περιπαθῶς συλλήπτορα ταύτην ἐφευρεῖν πρός τήν τοῦ οἰκείου έκπλήρωσιν ἐφετοῦ, καί ἐξαιτούμενος ἀφορισθῆναι μέν ἀπ᾿ ἐντεῦθεν τῷ δημοσίῳ τά ἐν τῇ νήσῳ Κῷ ὁθενδήποτε αὐτῷ προσκτηθέντα, ὅσα καί οἷά εἰσιν, ἀντιλαβεῖν δέ τήν εἰρημένην ἅπασαν νῆσον δῶρον ἀναφαίρετον, καί ἐκκοπῆναι τά ἐπικείμενα ταύτ δημόσια τέλη, ὅσα καί οἷά εἰσιν, ἐλευθέραν δέ τήν τοιαύτην νῆσον δωρηθῆναι αὐτῷ καί πάσης ἀπηλλαγμένην σεκρετικῆς συζητήσεως, ὡς ἄν φροντιστήριόν τε ἐν αὐτῇ ἀνεγείροι, τούς  οἰκείους τε μαθητάς ἐπί τό αὐτό συναγάγοι, καί οὕτως ἀπερισπάστως προσομιλοίη Θεῷ καί τάς ὑπέρ τοῦ κράτους ἡμῶν θερμοτέρας ποιοῖτο εὐχάς.

Ὅθεν καί διορίζεται διά τοῦ παρόντος εὐσεβοῦς χρυσοβούλλου λόγου προσαφορισθῆναι μέν τῷ δημοσίῳ, κατά τήν αἴτησιν τοῦ εὐλαβέστατου γέροντος, ὅσα καί οἷα ἐν τῇ νήσῳ Κῷ ὁθενδήποτε αὐτῷ προσεκτήθησαν, δωρεῖται δέ αὐτῷ τήν δηλωθεῖσαν νῆσον μετά πάσης αὐτῆς περιοχῆς καί διακρατήσεως, οὐ καιρικῶς οὐδέ χρόνοις ἀριθμητοῖς, ἀλλ᾿ ἐπ᾿ ἀναφαιρέτῳ καί διηνεκεῖ δεσποτείᾳ καί κυριότητι, καί ἄχρις ἄν ὁ παρών διαρκοίη αἰών· διορισαμένη ἐκκοπῆναι μέν καί λογισθῆναι καί τά ταύτης ἅπαντα δημόσια τέλη καί βάρη, οἷα καί ὅσα τυγχάνουσι, τῆς προγραφῆς τοῦ λογιστικοῦ, γινομένης ἐν τοῖς σεκρετικοῖς χαρτίοις διά κινναβάρεως, χειρί τοῦ πρωτοπροέδρου Κωνσταντινουπόλεως καί ἐπί τῶν δεήσεων, τοῦ Χοιροσφάκτου, τοῦ οἰκείου ἀνθρώπου τῆς βασιλείας μου· ὡς γάρ ἐξαίρετόν τι ἀνάθημα καί καλλιέργημα μέγιστον διά μέσου τοῦ τήν αἴτησιν ἀνενεγκόντος εὐλαβοῦς μοναχοῦ, τήν τοιαύτην νῆσον ἡ βασιλεία μου ἀφιεροῖ τῷ Θεῷ· καί ἔσται ἀπό γε τῆς σήμερον καί εἰς τούς ἑξῆς ἅπαντας καί διηνεκεῖς χρόνους ἀπεσπασμένη μέν τῶν βασιλικῶν δικαίων, ἀπηλλαγμένη δέ καί τῶν σεκρετικῶν ἁρκύων, μόνῳ δέ ἀνατεθειμένη Θεῷ καί τοῖς ἐν αὐτῇ μοναχοῖς· οἵ καί μόνοι ἐν αὐτῇ αὐλισθήσονται, μή συγχωροῦντές τισι τῶν λαϊκῶν λόγῳ παροικίας ἐγκατοίκους ταύτῃ γίνεσθαι, ἐμπορίαν ἴσως ἤ ἄλλο τι ἐπιτήδευμα βίου μετερχομένους· μόνοι γάρ ἐν κοσμικῷ σχήματι τῇ νήσ ἐγκατοικήσουσιν οἱ μισθαρνοῦντες τοῖς μοναχοῖς, καί οὗτοι ἄζυγες, καί μήτε γυναιξί συνοικοῦντες, μήτε μήν παῖδα ἔχοντες· πᾶσαν γάρ ὁδόν πονηρᾶς μεθόδου ἀποκλείει τῷ σαταν ἡ βασιλεία ἡμῶν. Καί διά τοῦτο τοῖς λείοις τε καί βλαπτικοῖς προσώποις, γυναιξί τε καί παισί καί εὐνούχοις, ἀφ᾿ ὧν ὡς τά πολλά κατά τῆς ψυχῆς ἀναρριπίζονται πόλεμοι, ἄβατον εἶναι τήν νῆσον ταύτην παντάπασι διορίζεται, καθά δηλονότι καί ὁ εὐλαβέστατος οὗτος ἀνήρ τήν βασιλείαν μου ᾐτήσατο· πάρεξ μέν τοι, ὡς εἴρηται, των μισθίων, ὅσων χρῄζουσιν οἱ μοναχοί εἰς δουλείαν τῆς νήσου, καί τούτων ἄζυγα βίον ἐχόντων, καί ἐγγύς τἆλλα τῆς μοναχικῆς πολιτείας τυγχανόντων, κἄν μόνῳ τῷ σχήματι διαλλάτοιεν.

Καθέξει οὖν τήν τοιαύτην νῆσον αὐτός τε ὁ πολλάκις μνημονευθείς εὐλαβέστατος ἀνήρ μετά τῶν ὑπ᾿ αὐτόν μοναχῶν τῶν τε νῦν ὄντων καί τῶν ἐσύστερον ἐσομένων, καί σύν τούτοις ἡ παρά τούτου ἀνεγερθησομένη ἐν τῇ νήσῳ Πάτμῳ ἱερά μονή, ἀτελῶς, ἀβαρῶς, κυρίως καί αὐθεντῶς, ἀναφαιρέτως τε καί αἰωνίως· καί καθώς ἄν συνεργοίη τούτῳ Θεός, κατά τό αὐτῷ βουλητόν ταύτην διαθήσοιεν· κἄν εἰς εὐφορωτάτην τε καί εὐπρόσοδον τῇ οἰκείᾳ μεταγάγοι σπουδῇ, εἰς ἴδιον κέρδος τάς ἐντεῦθεν προσόδους λογίσεται σύν ἅμα τοῖς ὑπ᾿ αὐτόν μοναχοῖς, μή παρά τινος τό σύνολον λογοπραγούμένος ἤ ἀνακρινόμενος.

Ἀποχρῶσα μέντοι ἔσται τούτῳ ἡ  ἐπί τῇ τοιαύτῃ νήσῳ διαιωνίζουσα δωρεά τῆς βασιλείας μου, καί οὐκ ἔξω τῶν ὁρίων ταύτης καθ᾿ ἑτέραν νῆσον ἐπικτήσεταί τι τό σύνολον· καί αὐτά γάρ, ὅσα ἐν τῇ νήσῳ Κῷ ὁθενδήποτε αὐτῷ προσεκτήθησαν μέχρι τοῦ νῦν, τῷ δημοσίῳ ἀπ᾿ ἐντεῦθεν προσαφορισθήσονται, καί ὡς μηδέποτε τῇ κατ᾿αὐτόν μονῇ προσαρμόσοντα λογισθήσονται· πάρεξ μέν τοι τοῦ ὁλοκλήρου νησιδίου τῆς Λειψώ, καί τῶν ἐν τῇ νήσῳ Λέρῳ δεσποζομένων παρ᾿’αὐτοῦμέχριτοῦ νῦν· τῶν γάρ τοιούτων δεσπόσει κατά τήν τῆς προγεγονυίας αὐτῷ παρά τῆς ἡμῶν γαληνότητος ἐπί τούτοις χρυσοβούλλου γραφῆς περίληψίν τε καί δύναμιν, καί καθώς ἄχρι τῆς δεῦρο δεσπόζων τούτων ἐτύγχανεν· ἕτερον δέ τι κατ᾿’οὐδένατρόπονἐνοἱᾳδήτινινήσῳοὐδαμῶς ἐπικτήσεται, αὐτῶν δέ τούτων μόνων καί τῆς ὅλης νήσου Πάτμου ὅ τε ἱερός οὗτος ἀνήρ καί οἱ ὑπ᾿ αὐτόν σύμπαντες δεσπόσουσι μοναχοί οἵ τε νῦν καί ὄντες καί οἱ μετά ταῦτα ἐσόμενοι, ἔτι δέ καί ἡ ἐν τῇ νήσῳ τῇ Πάτμῳ, ὡς εἴρηται, ἐκ καινῆς ἀνεγερθησομένη σεβασμία μονή ἔσται κυριαρχοῦσα τούτων ἀπαρασπάστως τε καί ἀνυπεξαιρέτως, ὡς πάσης σεκρετικῆς εὑρεσιλογίας, μᾶλλον δέ γλωσσαλγίας, ὑπερτεροῦσα, καί ἀδιάσειστον καί ἀπερίτρεπτον τήν ἐπ᾿ αὐτῆς δεσποτείαν ἔχειν ὀφείλουσα εἰς τόν αἰῶνα τόν ἅπαντα. Ἥτις καί αὐτοδέσποτος καί αὐτεξούσιος μετά τῆς ὅλης νήσου διαμενεῖ ἐσαεί, καθ᾿ ἑαυτήν ἀγομένη καί διευθυνομένη κατά τό μέλλον ἐπί ταύτῃ γενέσθαι. Τυπικόν καί τήν Διάταξιν παρά τοῦ δηλωθέντος εὐλαβοῦς μοναχοῦ Χριστοδούλου καί κτήτορος· καί οὔτε αὕτη, οὔτε τά ὑπ᾿ αὐτήν, ὡς ἄνωθεν εἴρηται, οὔθ᾿ ἡ νῆσος αὐτή, ὑπό βασιλικά, ἤ πατριαρχικά, ἤ μητροπολιτικά, ἤ ἐπισκοπικά, ἤ ἐκκλησιαστικά, ἤ ὑπό τινα ἰδιωτικά ὑπαχθήσεται ὅλως πρόσωπα, οὔτε μήν ἐξόριστός τις πεμφθήσεται πώποτε ἐν αὐτοῖς, ἀλλ᾿ ἐλευθεριάσουσι καθαρῶς ἄχρι παντός αἰῶνος καί πλουτήσουσι διά τῆσδε της εὐσεβοῦς χρυσοβούλλου γραφῆς τό αὐτοδέσποτόν τε καί ἐλευθέριον.

Ἐξκουσσευθήσεται μέντοι ἥ τε ρηθεῖσα ἅπασα νῆσος καί αὐτή ἡ μονή μετά τῶν ὑπ᾿ αὐτήν πάντων ἀπό τε μιτάτων ἀρχόντων ταγματικῶν καί θεματικῶν, ρωμαϊκῶν τε παραταγῶν καί ἐθνικῶν· ἔτι τε Ρώσων, Βαράγγων, Κουλπίγγων, Ἰγγλίνων, Φράγγων, Νεμίτσων, Βουλγάρων, Σαρακηνῶν, Ἀλανῶν, Ἀβασγῶν, ἀθανάτων καί λοιπῶν ἁπάντων Ρωμαίων τε καί ἐθνικῶν ἀντιμιτατατικίων, φραγγιατῶν, ἀπομιτάτων· ἀπλήκτων ἤ μεσαπλήκτων κριτῶν, στρατηγῶν, ἀπαιτητῶν, καί τῆς ὑπέρ τῶν ἀπλήκτων χορηγίας χρειῶν· ἐπιθέσεως μονοπροσώπων· δόσεως κανισκίων ἤ ἀντικανίσκων· σιταρκήσεως κάστρων· ἀγορᾶς μουλαρίων, μεσομουλαρίων, βορδωνίων, μεσοβορδωνίων, ἵππων, παριππίων, κηλωνίων, ὀνοκηλωνίων, ὀνοθηλειῶν, φορβάδων, βοῶν ἐργατικῶν καί ἀγελαίων, χοίρων, προβάτων, αἰγῶν, ἀγελάδων, βουβαλίων, λαγωῶν, ἐλάφων, κυνῶν λακωνικῶν ἤ ποιμενικῶν καί λοιπῶν τετραπόδων ζῴων, χηνῶν, νηττῶν, περδίκων, ταώνων, γεράνων, κύκνων, φασιανῶν, ὀρνίθων ἀγρίων ἤ χειροήθων, περιστερῶν καί λοιπῶν πτηνῶν, καί τῶν ἐξ αὐτῶν πάντων ᾠῶν· παροχῆς γεννήματος ἐξ ἀγορασίας γεγενημένου· δόσεως πάκτου ἤ χωροπάκτου· χρείας κριτῶν ἤ πρωτονοταρίων ἤ ἑτέρων πρακτόρων ἤ ἀρχόντων· οἰκομόδου· προσόδου ἀερικοῦ, καπνικῶν, ἀερικοπρατῶν· κωμοδρομικοῦ· συνωνῆς· καστροκτισίας, ὁδοστρωσίας· γεφυρῶν· παροικιατικοῦ· ἐννομίου· φραγγομιτάτου· φραγετικοῦ· σιδήρου ἤ καρφοπετάλων καί μαζίου· ἐκβολῆς χρειῶν τῶν χορηγουμένων δικασταῖς ἤ πράκτορσιν ἤ ἑτέροις ἄρχουσι, δουξί, κατεπάνοις, στρατηγοῖς, ἀπαιτηταῖς καί λοιποῖς, πρέσβευσιν ἐθνῶν διερχομένοις ἤ καί στρατιᾷ τινι· δόσεως προσκυνητικίου· ἐκβολῆς χορτασμάτων· διατροφῆς πρωτοκεντάρχων, προελευσιμαίων, βεστιαριτῶν, μανδατόρων τοῦ δρόμου πρέσβεις ἀγόντων ἤ ἐξορίστους, ἤ κατά τινα ἄλλην χρείαν διερχομένων, βασιλικῶν ἀνθρώπων ἐπί τινας ἀποστελλομένων δουλείας τοῦ δημοσίου· ἐκδανεισμοῦ γεννήματος, οἴνου, κρεῶν, τυρίων καί ἑτέρων παντοίων εἰδῶν· ἐξοπλίσεως πλωίμων, τοξοτῶν, ἱπποτοξοτῶν, ματζουκάτων, κονταράτων καί ἑτέρων στρατιωτῶν· ἐξωνήσεως ζευγαρίων, σίτου, κριθῆς, βρώμου, ἐλαίου, ὀσπρίων παντοίων καί κέγχρου, λιναρίου καί τοῦ τούτου σπέρματος, καννάβεως καί τῶν ἄλλων σπερμάτων· κηρίου ἤ μέλιτος παροχῆς· κοπῆς καί καταβιβασμοῦ οἱασδήτινος ξυλῆς ἤ μετακομιδῆς ἑτέρου εἴδους· κτίσεως χελανδίων, ἀγραρίων, ζερμώνων πολεμικῶν, χαρβιῶν, καί λοιπῶν ἄλλων· πρίσεως σανίδων· φοσσάτου διατροφῆς καί ἀπλήκτου ἐπί πόλεμον ἀπιόντος ἤ καί ὑποστρέφοντος· καθίσματος καί ὑποδοχῆς τῶν ἐν ὑπεροχαῖς ἀρχόντων, δομεστίκων τῶν σχολῶν, δουκῶν, κατεπάνω, στρατηγῶν, κριτῶν καί τῶν ἀντιπροσωπούντων αὐτοῖς, ἐποπτῶν, στρατευτῶν, ὀρθωτῶν, ἀναγραφέων, ἐξισωτῶν, δικαιοφυλάκων, συνωναρίων, ὡρειαρίων, τοποτηρητῶν, ταξιαρχῶν, τουρμαρχῶν, μεράρχων, χαρτουλαρίων τοῦ τε δρόμου καί τῶν θεμάτων, κομήτων τῆς κόρτης, δομεστίκων τῶν θεμάτων, δρουγγαροκομήτων, παραφυλάκτων καί παντός ἑτέρου δουλείαν του δημοσίου μεταχειριζομένου· ἀγγαρείας, παραγγαρείας, ψωμοζημίας καί λοιπῆς ἁπάσης ἐπηρείας τε καί κακώσεως νῦν τε οὔσης καί ἐσύστερον ἐπινοηθησομένης, καθώς ἄν ὁ καιρός καί τά πράγματα ἐπιζητοῖεν γίνεσθαι.

Διό παρεγγυώμεθα καί πάντας ἐξασφαλιζόμεθα ἀπό τε τῶν κατά καιρούς σακελλαριων, γενικῶν καί στρατιωτικῶν λογοθετών, τῶν ἐπί τῆς ἡμετέρας σακέλλης καί τοῦ βεσταρίου, οἰκονόμων τῶν εὐαγῶν οἴκων, τῶν ἐπί τῶν οἰκειακῶν καί τῶν ἐφόρων τῶν βασιλικῶν κουρατορίων, εἰδικῶν, γηροτρόφων, ὀρφανοτρόφων, τῶν ἐπί τοῦ θείου ἡμῶν ταμείου τοῦ Φύλακος, κουρατόρων τοῦ οἴκου τοῦ Ἐλευθερίου καί τῶν Μαγγάνων, οἰκιστικῶν, καί τῶν ὑπ᾿ αὐτούς πρωτονοτάριων, λογαριαστῶν, χαρτουλαρίων, βασιλικών νοταρίων καί νοταρίων, τοῦ μηδένα τῶν ἁπάντων ἐν οἱῳδήποτε χρόνῳ καθ᾿ οἱονδήτινα τρόπον ἐπ᾿ ἀδείας ἔχειν ἀθετεῖν μερικῶς ἤ καθ᾿ ὁλόκληρον τόν παρόντα εὐσεβῆ χρυσόβουλλον λόγον τῆς βασιλείας μου γεγενημένον κατά τόν Ἀπρίλλιον μῆνα τῆς ἑνδέκατης ἰνδικτιῶνος τοῦ ςφϟς΄ ἕκτου ἔτους ( † 1088), ἐν ᾧ καί τό ἡμέτερον εὐσεβές καί θεοπρόβλητον ὑπεσημήνατο κράτος.

† Ἀλέξιος ἐν Χριστῷ τῷ Θεῷ πιστός βασιλεύς

καί αὐτοκράτωρ Ρωμαίων ὁ Κομνηνός

footer


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ